Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.160 Joseph. AJ 10.164 (English) >>Joseph. AJ 10.169

10.162καὶ συνεβούλευε κατοικεῖν εἰς ἣν ἕκαστος βούλεται πόλιν ἀποστέλλοντα μετὰ τῶν ἰδίων καὶ ἀνακτίζειν τὰ ἐδάφη καὶ κατοικεῖν· προεῖπέ τε παρασκευάζεσθαι αὐτοὺς ἕως ἔτι καιρός ἐστι σῖτον καὶ οἶνον καὶ ἔλαιον, ὅπως ἔχωσι διὰ τοῦ χειμῶνος τρέφεσθαι. ταῦτα διαλεχθεὶς πρὸς αὐτοὺς ἀπέλυσε διὰ τῆς χώρας εἰς ὃν ἕκαστος ἐβούλετο τόπον. 10.163

Διαδραμούσης δὲ φήμης εἰς τὰ περὶ τὴν Ἰουδαίαν ἔθνη, ὅτι τοὺς ἀπὸ τῆς φυγῆς παρʼ αὐτὸν ἐλθόντας Γαδαλίας ἐδέξατο φιλανθρώπως καὶ τὴν γῆν αὐτοῖς γεωργοῦσι κατοικεῖν ἐφῆκεν, ἐφʼ τελεῖν φόρον τῷ Βαβυλωνίῳ, συνέδραμον αὐτοὶ πρὸς τὸν Γαδαλίαν καὶ τὴν χώραν κατῴκησαν. 10.164κατανοήσαντες δὲ τὴν χώραν καὶ τὴν τοῦ Γαδαλίου χρηστότητα καὶ φιλανθρωπίαν Ἰωάννης καὶ οἱ μετʼ αὐτοῦ ἡγεμόνες ὑπερηγάπησαν αὐτὸν καὶ Βαάλιμον τὸν τῶν Ἀμμανιτῶν βασιλέα ἔλεγον πέμψαι Ἰσμάηλον ἀποκτενοῦντα αὐτὸν δόλῳ κρυφίως, ὅπως αὐτὸς ἄρχῃ τῶν Ἰσραηλιτῶν· εἶναι γὰρ αὐτὸν ἐκ τοῦ γένους τοῦ βασιλικοῦ. 10.165ῥύσεσθαί γε μὴν ἔλεγον αὐτὸν τῆς ἐπιβουλῆς, ἂν αὐτοῖς ἐφῇ κτεῖναι τὸν Ἰσμάηλον, ὡς οὐδενὸς γνωσομένου· δεδιέναι γὰρ ἔφασκον, μὴ φονευθεὶς αὐτὸς ὑπʼ ἐκείνου παντελὴς ἀπώλεια γένηται τῶν ὑπολελειμμένων τῆς τῶν Ἰσραηλιτῶν ἰσχύος. 10.166 δʼ ἀπιστεῖν αὐτοῖς ὡμολόγει κατʼ ἀνδρὸς εὖ πεπονθότος ἐπιβουλὴν τοιαύτην ἐμφανίσασιν· οὐ γὰρ εἰκὸς εἶναι παρὰ τηλικαύτην ἐρημίαν ὧν ἔχρῃζε μὴ διαμαρτόντα οὕτως πονηρὸν εἰς τὸν εὐεργετήσαντα καὶ ἀνόσιον εὑρεθῆναι, ὡς τῷ μὲν τὸ ἀδίκημα τὸ μὴ ὑπʼ ἄλλων ἐπιβουλευόμενον σῶσαι, σπουδάζειν δὲ αὐτὸν αὐτόχειρα ζητεῖν αὐτοῦ γενέσθαι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.160 Joseph. AJ 10.164 (English) >>Joseph. AJ 10.169

Powered by PhiloLogic